Ancient Greek
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 50-4
Not analysed yet
Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις. ἢ ὅτι ὑγρότητα θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι τοῖς σώμασιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει, τοῦτο δ’ ἐστὶ πυρετῶδες; ὁ γὰρ πυρετὸς ὑπ’ ἀμφοτέρων τούτων ἐστὶν ὑπερβολῆς. ὅταν μὲν οὖν ὑπὸ τοῦ ἡλίου ἄνευ ὕδατος πνέωσιν, ταύτην τὴν τάξιν, ὅταν δὲ ἅμα τῷ ὕδατι, τὸ ὕδωρ καταψύχει.