Ancient Greek
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-7
Not analysed yet
Διὰ τί αἶγες μὲν καὶ πρόβατα ἀμέλγονται πλεῖστον γάλα, οὐ μέγιστον σῶμα ἔχοντα, ἄνθρωπος δὲ καὶ βοῦς ἔλαττον ὡς κατὰ λόγον; πότερον ὅτι εἰς τὸ σῶμα ἀναλίσκεται, τοῖς δὲ ἄλλοις εἰς τὸ περίττωμα, τοῖς δὲ προβάτοις καὶ ταῖς αἰξὶ τὸ περιγινόμενον τοῦ περιττώματος γάλα γίνεται πᾶν; ἢ ὅτι πολυτοκώτερά ἐστι τῶν μεγάλων, ὥστε πλεῖον σπᾷ περίττωμα διὰ τὸ πλείω τρέφειν; ἢ δι’ ἀσθένειαν τῶν σωμάτων πλεῖον περίττωμα γίνεται κύουσιν αὐτοῖς; τὸ δὲ γάλα γίνεται ἐκ τοῦ περιττώματος.