Ancient Greek · ~2 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 7-7
Not analysed yet
Διὰ τί τῶν ζῴων τὰ μέν, μεταβάλλοντα τὰ ὕδατα, μεταβάλλει τὰς χρόας καὶ ὅμοια γίνεται τοῖς ἐκεῖ, οἷον αἶγες, τὰ δὲ οὔ, οἷον ἄνθρωποι; καὶ ὅλως δὲ διὰ τί τὰ μὲν μεταβάλλει, τὰ δὲ οὔ, οἷον κόραξ οὐ μεταβάλλει; ἢ ὧν μὲν οὐ κρατεῖ ἡ φύσις τοῦ ὑγροῦ, ὥσπερ ἡ τῶν ὀρνέων (διὸ καὶ κύστιν οὐκ ἔχει), οὐ μεταβάλλει; καὶ διὰ τί οὐκ αὐτά, ἀλλὰ τὰ ἔκγονα μεταβάλλει; ἢ ὅτι ἀσθενέστερα τὰ νέα τῶν γεννησάντων;