Ancient Greek · ~8 min
IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-8
Not analysed yet
Διὰ τί πόρρωθεν αἱ φωναὶ ὀξύτεραι δοκοῦσιν εἶναι; οἱ γοῦν μιμούμενοι τοὺς σφόδρα πόρρω ὄντας καὶ βοῶντας ὀξὺ φθέγγονται καὶ ὅμοιον τοῖς ἀπηχοῦσιν, καὶ τῆς ἠχοῦς ὀξύτερος φαίνεται ὁ ψόφος. ἔστι δὲ πόρρω· ἀνακλᾶται γάρ. οὐκοῦν ἐπεὶ ὀξὺ μὲν ἐν ψόφῳ τὸ ταχύ, βαρὺ δὲ τὸ βραδύ, ἔδει βαρυτέρας πόρρωθεν φαίνεσθαι τὰς φωνάς. τὰ γὰρ αὖ φερόμενα πάντα βραδύτερον φέρεται ὅσῳ ἂν ἀπέχῃ τῆς ἀρχῆς πλεῖον, καὶ τέλος πίπτει. πότερ’ οὖν ὅτι οἱ μιμούμενοι ἀμενηνῇ τῇ φωνῇ μιμοῦνται, καὶ λεπτὴν τὴν πόρρωθεν φωνήν; λεπτὴ δὲ βαρεῖα οὐκ ἔστιν, οὐδὲ μικρὸν καὶ ἀμενηνὸν φθέγγεσθαι βαρύ, ἀλλ’ ὀξὺ ἀνάγκη. ἢ οὐ μόνον οἱ μιμούμενοι διὰ τοῦτο μιμοῦνται, ἀλλὰ καὶ οἱ ψόφοι αὐτοὶ ὀξύτεροι γίνονται; αἴτιον δὲ ὅτι ὁ ἀὴρ ὁ φερόμενος ποιεῖ τὸν ψόφον· καὶ ὥσπερ τὸ πρῶτον ψοφεῖ τὸ κινῆσαν τὸν ἀέρα, οὕτω δεῖ πάλιν ποιῆσαι τὸν ἀέρα, καὶ ἄλλον κινοῦντα εἶναι, τὸν δὲ κινούμενον. διὸ ὁ ψόφος συνεχής, ὅτι ἀεὶ ἐκδέχεται κινοῦντα κινῶν, ἕως ἂν ἀπομαρανθῇ, ὃ ἐπὶ τῶν σωμάτων ἐστὶ τὸ πεσεῖν, ὅταν μηκέτι δύνηται ὠθεῖν ὁ ἀὴρ ἔνθα μὲν τὸ βέλος, ἔνθα δὲ τὸν ἀέρα. ἡ μὲν γὰρ φωνὴ γίνεται ἡ συνεχὴς ἀέρος ὠθουμένου ὑπ’ ἀέρος, τὸ δὲ βέλος φέρεται σώματος ὑπ’ ἀέρος κινουμένου. ἐνταῦθα μὲν οὖν ἀεὶ τὸ αὐτὸ φέρεται σῶμα, ἕως ἂν καταπέσῃ, ἐκεῖ δὲ ἀεὶ ἕτερος ἀήρ. καὶ πρῶτον ἐλάττω θᾶττον μὲν κινεῖται, ἐπ’ ὀλίγον δέ. διὸ πόρρω ὀξύτεραι καὶ λεπτότεραι αἱ φωναί. τὸ γὰρ θᾶττον ὀξύ, ὥσπερ καὶ διηπόρηται. ὥσπερ ἡ αὐτὴ αἰτία δι’ ἣν καὶ οἱ μὲν παῖδες καὶ οἱ κάμνοντες ὀξὺ ὀξὺ φθέγγονται. οἱ δὲ ἄνδρες καὶ οἱ ὑγιαίνοντες βαρύ. τὸ δὲ τοῖς ἐγγὺς μὴ ἐπίδηλον εἶναι τὴν φωνὴν ἢ βαρυτέραν ἢ ὀξυτέραν γινομένην, καὶ ὅλως 〈τοῦ〉 μὴ ὁμοίως ἔχειν τοῖς ῥιπτουμένοις βάρεσιν, αἴτιον ὅτι τὸ μὲν ῥιφθὲν ἓν φέρεται ἀεὶ τὸ αὐτό, ὁ δὲ ψόφος ἀήρ ἐστιν ὠθούμενος ὑπὸ ἀέρος. διὸ καὶ τὸ μὲν εἰς ἓν πίπτει, ἡ δὲ φωνὴ πανταχῇ, ὥσπερ ἂν εἰ τὸ ῥιφθὲν ἅμα φερόμενον ἀπείρως θρυφθείη, καὶ ἔτι εἰς τοὔπισθεν.