Ancient Greek · ~2 min
IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 7-8
Not analysed yet
Διὰ τί αἱ νεηλιφεῖς οἰκίαι μᾶλλον ἠχοῦσιν; ἢ ὅτι μᾶλλον ἀνάκλασις γίνεται διὰ τὴν λειότητα; λειότεραι δὲ διὰ τὸ ἀρραγὲς καὶ τὸ συνεχές. δεῖ δὲ μὴ παντελῶς ὑγρὰν ἀλλ’ ἤδη ξηρὰν λαμβάνειν· ἀπὸ πηλοῦ γὰρ οὐκ ἔστιν ἀνάκλασις. διὰ ταῦτα δὲ καὶ τὰ κονιάματα μᾶλλον ἠχεῖ. συμβάλλεται δὲ ἴσως καὶ ἡ ἀκινησία τοῦ ἀέρος· ἀθρόος γὰρ ἰὼν μᾶλλον ἀποπλήττεται τὸν προσπίπτοντα.