Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 7-16
Not analysed yet
Διὰ τί ἡ θάλαττα τοῦ ποτίμου ὕδατος ἧττον ψυχρά, καὶ τὰ ἁλυκὰ τῶν γλυκέων; πότερον ὅτι πυκνότερον ἡ θάλαττα καὶ μᾶλλον σῶμα; τα δὲ τοιαῦτα ἧττον ψύχεται, ὥσπερ καὶ θερμαίνεται μᾶλλον· σωστικωτέρα γὰρ τοῦ θερμοῦ διὰ τὴν πυκνότητα. ἢ ὅτι λιπαρωτέρα ἡ θάλαττα; διὸ καὶ οὐ σβέννυσι τὴν φλόγα. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ λιπαρώτερον θερμότερον. ἢ ὅτι γῆς πολὺ ἔχει, ὥστε ξηρότερον; τὸ δὲ ξηρότερον θερμότερον.