Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 8-16
Not analysed yet
Διὰ τί θάλαττα εὐδιοπτοτέρα τοῦ ποτίμου, παχυτέρα οὖσα; λεπτότερον γὰρ τὸ πότιμον τοῦ ἁλμυροῦ. ἢ οὐ τὸ λεπτὸν αἴτιον, ἀλλ’ εὐθυωρίαι τῶν πόρων πλεῖσται καὶ μέγισταί εἰσιν; τὸ μὲν οὖν πότιμον πυκνὸν διὰ λεπτομέρειάν ἐστιν, τὸ δὲ ἁλμυρὸν μεγάλα ἔχει τὰ διάκενα. ἢ ὅτι καθαρώτερον ἡ θάλαττα; γῆ μὲν γὰρ οὐκ ἔστιν, ἡ δὲ ἄμμος βαρεῖα οὖσα ὑφίσταται. τὰ δὲ πότιμα γεώδη. αὐτὴ δὲ ἐν τῷ μεταξὺ φερομένη ἀναθολοῦται ταχύ.