Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-16
Not analysed yet
Διὰ τί ἐν τοῖς βορείοις εὐδιοπτοτέρα ἡ θάλαττα ἢ ἐν τοῖς νοτίοις; ἢ ὅτι ἐν τῇ γαλήνῃ χρῶμα ἔχει ἡ θάλαττα; λιπαρὸν γὰρ ἔνεστιν ἐν τῷ ἁλμυρῷ χυμῷ. σημεῖον δέ· ἐκκρίνεται γὰρ ἔλαιον ἐν ταῖς ἀλέαις. εὐδίας οὖν οὔσης καὶ ἀλεεινοτέρας τῆς θαλάττης διὰ κουφότητα, ἐπανθεῖ ἄνω ὁ τοιοῦτος χυμός. τοῖς δὲ βορείοις ἧττον διὰ τὸ ψῦχος. ἔστιν δὲ τὸ ὕδωρ εὐδιοπτότερον τοῦ ἐλαίου· τὸ γὰρ ἔλαιον χρῶμα ἔχει, τὸ δὲ ὕδωρ ἄχροον παρεμφαινόμενον σαφεστέραν ποιεῖ τὴν ἔμφασιν.