Ancient Greek · ~4 min
ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-17
Not analysed yet
Διὰ τί τὸ μὲν ὕδωρ ζέον οὐκ ἐκπαφλάζει, τὸ δὲ ἔτνος καὶ ἡ φακῆ; καίτοι κουφότερον τὸ ὕδωρ τούτων, τὰ δὲ κοῦφα ῥᾷον ῥῖψαι πόρρω. ποιεῖ δὲ καὶ τὸ ἀργύριον ταὐτό, καὶ τοῦτο καθαιρόμενον· διὸ οἱ ἐν τῷ ἀργυροκοπείῳ καλλύνοντες κερδαίνουσιν· τὸ γὰρ διαρριπτούμενον συγκαλλύνοντες λαμβάνουσι τὰ λείψανα. ἢ διότι ποιεῖ μὲν τὸν ἐκπαφλασμὸν τὸ θερμὸν ἐξατμίζον καὶ βιαζόμενον τὰ ἀντικραύοντα τῇ κατὰ φύσιν αὑτοῦ φορᾷ; τὸ μὲν οὖν ὕδωρ διὰ κουφότητα καὶ λεπτότητα οὐκ ἀποβιάζεται, ὥστε οὐκ ἀθροίζεται πολὺ θερμόν, ἀλλὰ πρὶν ἁλισθῆναι φθάνει διακόψαν τὸ ἀεὶ προσελθόν. τὰ δὲ ἔχοντα ἐν αὑτοῖς σῶμα, οἷον τὰ ῥοφήματα ἢ ὁ ἄργυρος, διὰ βάρος τὸ σωματοειδὲς ἔχοντα πολύ, καὶ ἀνταπωθοῦντα διὰ τὸ ἀποβιάζεσθαι βίᾳ, ἐξιόντος ἀποσφαιρίζεται ᾗ ἂν κρατήσῃ τὸ θερμόν· οὐ γὰρ δίεισι διὰ πυκνότητα, ἀλλὰ κρατεῖ, ἕως ἂν ὑπὸ τοῦ ἐπιρρέοντος θερμοῦ ἀπορριφθῇ. γίνεται δὲ πληγή, οὐκ ὦσις, διὰ τὸ ταχὺ φέρεσθαι τὸ θερμὸν κάτωθεν ἄνω.