Ancient Greek · ~1 min
ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-18
Not analysed yet
Διὰ τί ὁ ἀὴρ παχύτερος ὢν τοῦ φωτὸς διέρχεται διὰ τῶν στερεῶν; ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται μόνον, διὸ καὶ διὰ τῶν ἀραιῶν οὐ διορᾷ ἡ ὄψις, οἷον κισήριδος; ἐπαλλάττουσιν γὰρ οἱ πόροι· ἀλλ’ οὐκ ἐν τῇ ὑάλῳ, ὁ δὲ ἀὴρ οὐ κωλύεται διὰ τὸ μὴ εὐθυπορεῖν οὗ διέρχεται.