Ancient Greek · ~1 min
Section 22
Aristotle, Περὶ ἀτόμων γραμμῶν 22
Not analysed yet
Ὄτι μὲν οὖν ἔκ γε τῶν εἰρημένων λόγων οὔτ’ ἀναγκαῖον ἀτόμους εἶναι γραμμὰς οὔτε πιθανόν, φανερόν. Ἔτι δὲ καὶ ἐκ τῶνδε γένοιτ’ ἂν φανερώτερον. Πρῶτον μὲν ἐκ τῶν ἐν τοῖς μαθήμασι δεικνυμένων καὶ τιθεμένων, ἃ οὐ δίκαιον ἢ πιστοτέροις λόγοις κινεῖν.