Ancient Greek · ~1 min
Section 23
Aristotle, Περὶ ἀτόμων γραμμῶν 23
Not analysed yet
Οὔτς γὰρ ὁ τῆς γραμμῆς οὔτε ὁ τῆς εὐθείας ὅρος ἐφαρμόσει τῇ ἀτόμῳ διὰ τὸ μήτε μεταξὺ τινῶν εἶναι μήτ’ ἔχειν μέσον. Ἔπειτα πᾶσαι αἱ γραμμαὶ σύμμετροι ἔσονται. Πᾶσαι γὰρ ὑπὸ τῶν ἀτόμων μετρηθήσονται, αἵ τε μήκει σύμμετροι καὶ αἱ δυνάμει.