Ancient Greek · ~1 min
Section 4
Aristotle, Ἀνέμων θέσεις καὶ προσηγορίαι 4
Not analysed yet
Ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ περὶ Ῥωσσὸν Συριάνδος· πνεῖ δὲ ἀπὸ τῶν Συρίων πυλῶν, ἃς διέστηκεν ὅ τε Ταῦρος καὶ Ταυρόσια ὄρη. Ἐν δὲ τῷ Τριπολιτικῷ κόλπῳ Μαρσεύς, ἀπὸ Μάρσου κώμης. Ἐν δὲ Προκοννήσῳ καὶ ἐν Τέῳ καὶ ἐν Κρήτῃ καὶ Εὐβοίᾳ καὶ Κυρήνῃ Ἑλλησποντίας.