Ancient Greek · ~1 min
Section 5
Aristotle, Ἀνέμων θέσεις καὶ προσηγορίαι 5
Not analysed yet
Μάλιστα δὲ ἐνοχλεῖ τόν τε τῆς Εὐβοίας Καφηρέα καὶ τὸν Κυρηναῖον λιμένα, καλούμενον δὲ Ἀπολλωνίαν· πνεῖ δὲ ἀφʼ Ἑλλησπόντου. Ἐν δὲ Σινώπῃ Βερεκυντίας ἀπὸ τῶν κατὰ Φρυγίαν τόπων πνέων. Ἐν δὲ Σικελίᾳ Καταπορθμίας, πνέων ἀπὸ τοῦ πορθμοῦ. Τινὲς δὲ αὐτὸν Καικίαν οἴονται εἶναι, Θηβάναν προσαγορεύοντες.