Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 33
Not analysed yet
Ἄλλη διαίρεσις, τῶν καθ’ αὑτὰ ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δ’ οὐ τέλη, οἷον δικαιοσύνην μέν, καὶ ἀρετήν, καὶ ὑγίειαν, τέλη, καὶ ἁπλῶς, ὅσα ἐκ τῶν καθ’ ἕκαστα γενομένων καὶ κεφαλαιούμενα ὑπάρχει, ὥσπερ τὴν ὑγίειαν, οὐ μὴν τό τε ὑγιαῖνον, οὐδὲ τὴν θεραπείαν τοῦ κάμνοντος. Εὐφυΐαν δέ, καὶ ἀναμνήσεις, καὶ μαθήσεις, οὐ τέλη. Ἄλλη διαίρεσις, τῶν τελέων τὰ μὲν παντὶ ἀγαθὰ εἶναι, τὰ δ’ οὐ παντί. Τὴν μὲν ἀρετὴν καὶ φρόνησιν παντὶ ἀγαθά, ὅτῳ γὰρ ἂν παραγένηται ὠφελεῖν· πλοῦτον δὲ καὶ ἀρχὰς καὶ δυνάμεις οὐ παντί. Πῶς οὖν ἀγαθά ; Καθ’ ὅσον ἀφώρισται τὸ εἶναι ἀγαθὰ τῇ τοῦ ἀγαθοῦ ἀνδρὸς χρήσει. Φαίνεσθαι δὲ ταῦτα καὶ ζητητέα εἶναι καὶ χρωμένοις ὠφελεῖν. Οἷς δὲ τὸν ἀγαθὸν εὖ χρῆσθαι, τούτοις τὸν κακὸν κακῶς· ὥσπερ οἷς ἂν εὖ τὸν μουσικόν, τούτοις τὸν ἄμουσον κακῶς. Ἅμα δὲ κακῶς χρώμενον βλάπτεσθαι, καθάπερ ἵππον ἀγαθὸν ὄντα τὸν μὲν ἱππικὸν ὠφελεῖν, βλάπτειν δὲ τὸν ἄφιππον οὐ μετρίως.