Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 34
Not analysed yet
Ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐκτός. Περὶ ψυχὴν μέν, οἷον εὐφυΐαν τε καὶ τέχνην, καὶ ἀρετήν, καὶ σοφίαν, καὶ φρόνησιν, καὶ ἡδονήν· περὶ σῶμα δέ, ὑγίειαν, καὶ εὐαισθησίαν, καὶ κάλλος, καὶ ἰσχύν, καὶ ἀρτιότητα, καὶ πάντα τὰ μόρια σὺν ταῖς δυνάμεσι καὶ ἐνεργείαις· ἐκτὸς δέ, πλοῦτον, καὶ δόξαν, καὶ εὐγένειαν, καὶ δυναστείαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ πατρίδα. Τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν ἀεὶ φύσει παρεῖναι, καθάπερ δὴ ὀξύτητα, καὶ μνήμην, τό τε ὅλον εὐφυΐαν· τὰ δ’ ἐξ ἐπιμελείας περιγίγνεσθαι, ὡς τάς τε προπαιδεύσεις καὶ διαίτας ἐλευθερίους· τὰ δ’ ἐκ τελειότητος ὑπάρχειν, οἷον φρόνησιν, δικαιοσύνην, τε· λευταῖον δὲ σοφίαν.