Ancient Greek
470.1
Arius Didymus, Physica (Fragmenta) 470.1
Unproofread scanNot analysed yet
τὸ πύρινον εἶναι τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν δεύτητα τῆς κινήσεως αὐτοῦ καὶ τὴν πρὸς τὸν ἀέρα παρατρίψιν, ὑποβεβλημένον αὐτοῦ τῇ φορᾷ καὶ περιειμένον· οὔτε δὲ τὸν ἥλιον οὔτε τῶν ἄλλων ἀστρῶν οἷον πῦρ εἶναι· σφαιροειδῆ μὲν γὰρ τούτων τὰ σχήματα, πυρὸς δὲ ἐκτός· οὔτε γὰρ τὴν περὶ τὸ μέσον οἰκείαν εἶναι κίνησιν πυρός, ἀλλὰ τὴν ἀπὸ τοῦ μέσου, οὔτε τὴν τῆς ἀδείξεως τῶν ζῴων καὶ ἑ φυτῶν δύναμιν, ἀλλὰ τὴν τῆς φθορᾶς· οὔδὲ τὴν καθ’ ἑαυτὸ διαμονήν, τὸ γὰρ πῦρ ἀχώριστον εἶναι τῆς ὕλης. ἐκ πέμπτης ἄρα τινὸς καὶ διαφερούσης τοῦ πυρὸς οὐσίας τὸν τε οὐρανὸν ὑπάρχειν καὶ τὰ ἐν αὐτῷ πάντα. καὶ τὸν μὲν ἥλιον ἡμέραν ἀπεργάζεσθαι ὑπὲρ γῆν ἰόντα, νύκτα δὲ χωρήσαντα ὑπὸ γῆν. καὶ τοῦ μὲν ἑτέρου τῶν τροπικῶν ἐφαψάμενον βραχυτάτην ποιεῖν τὴν ἡμέραν, μακροτάτην δὲ τὴν νύκτα· ἑατέρου δὲ ἀναπαλιν· τοῦ δ’ ἰσημερινοῦ ἰόντα τε καὶ ἀπίοντα· διαθεῖν δὲ τὸν ἴδιον (ἐν) ἐνιαυτῷ κύκλον. ἐκλειψιν δὲ τοῦ ἡλίου φαίνεσθαι σελήνης ὑποδραμούσης ὑπὸ τὸν αὐτοῦ κύκλον καὶ ταῖς ἡμετέrais ὄψεσιν ἀντιπρattoῦσης, προσγειοτάτην γὰρ εἶναι τῶν ἄλλων ἀστρῶν· ὅποτ’ οὖν κατὰ διάμετρον ὑπ’ αὐτὸν γένοιτο, ταῖς προσπιπτούσαις ἀπ’ αὐτοῦ πρὸς τὴν γῆν ἀκτῖσιν ἐπιπρώσθειν, ὥστε τοσοῦτον τὸν τόπον ἀφωτίστον ἀπεργάζεσθαι τῆς γῆς, ὅποσον ἂν αὐτὴς ἐπίσχῃ τὸ σκίασμα· παρ’ ὃ καὶ μήτε κατὰ πᾶν κλῖμα τῆς γῆς μήτε κατὰ τὴν αὐτὴν ὥραν μήτε ἐπὶ πολὺν ἄγαν τόπον διατείνειν τὸ τῆς ἡλιακῆς ἐκλείψεως πάθος.