Ancient Greek
470.2
Arius Didymus, Physica (Fragmenta) 470.2
Unproofread scanNot analysed yet
(Ἀριστοτέλους) Ἐκ δὲ τῆς ὑγρᾶς καὶ ἀτμώδους ὕετοῦς τε καὶ δρόσους καὶ πάγνας ὁμίχλας τε καὶ νέφη καὶ χιόνας καὶ χαλάζας· ὕετοὺς μὲν γίνεσθαι τὰς ἀναδομένας ἀπὸ τῆς γῆς ἀτμίδος τοῖς ἄνω τόποις συνισταμένας κατὰ πύκνωσιν καὶ τρεπομένας εἰς ὕδωρ, εἶτα φερομένας ἀθρόως ἐπὶ γῆν διὰ τὴν ἀπόλειψιν τοῦ ἀναγόντος αὐτὴν θερμοῦ, σχεδασθείσης δ’ εἰς μικρὰ μόρια καλεῖσθαι ψεκάδας, πρὸ τοῦ δὲ μετεωρισθῆναι σφοδρὰ κατενεχθείσης διὰ τὴν τοῦ ἀναγόντος αὐτὴν πυρὸς ὀλιγότητα προσονομάζεσθαι δρόσον καὶ πάγην· πάγην μὲν ὅταν παγῇ πρὶν εἰς ὕδωρ συγχριθῆναι (γίνεσθαι δὲ χειμῶνος καὶ ἐν τόποις μᾶλλον χειμερinois), δρόσον δ’ ὅταν τὸ συνιστάμενον ὑγρὸν νύκτωρ ψυχθὲν ἄμα τοῖς ὀρθροῖς ἐπὶ γῆν ἐπιφέρεται. διὸ καὶ πλείστην πίπτειν δρόσον καὶ πάγην περὶ τὰ ἕλη καὶ τὰς λίμνας καὶ τοὺς ποταμοὺς καὶ μάλιστα περὶ τοὺς ἐναύλους καὶ κοιλοὺς τῶν τόπων· ἀνάγεσθαι τε γὰρ πλεῖστον ὑγρὸν ἀπὸ τῶν τοιούτων χωρίων καὶ καταψύγεσθαι μᾶλλον.