Ancient Greek
473.1
Arius Didymus, Physica (Fragmenta) 473.1
Unproofread scanNot analysed yet
γῆν τὸ πεφυχὸς ἀπ’ αὐτῆς ἀποπνεῖν πνεῦμα καὶ σχεδάννυσθαι. περὶ γοῦν τὴν Πελοπόννησον καὶ τὴν Ἀγαίαν καὶ τῆς Εὐβοίας τὰς κοιλάδας πολλοὺς καὶ μεγάλους γίνεσθαι σεισμούς. ὡς γὰρ ὑφ’ ἡμῶν πολλάκις τὸ διαπνεόμενον ἔξω πνεῦμα, παλινδρομήσαν εἴσω, παλμὸν παρέχει καὶ σφυγμὸν ἐν τοῖς σώμασιν, οὕτω τὸ περιληφθὲν ἐν τῇ γῇ κατὰ τὴν κίνησιν κλονούμενον περὶ τοὺς πόρους καὶ διεγκοπτόμενον σπασμοὺς καὶ σεισμοὺς ἀποτελεῖν. συμβαίνειν δὲ καὶ τὰ μυκήματα ποτὲ μὲν μετὰ σεισμῶν, ποτὲ δὲ καὶ χωρὶς, τοῦ πνεύματος ἠχοῦντος, ὥστ’ ἐξακούεσθαι ψόφον τινὰ καὶ βόμβον ἐπὶ μῆκιστον, ὅποτε διὰ τῶν σχραγῶν διαυλοδρομεῖ παρατριβόμενον μηδ’ ἐκίον. τὰ δὲ χάσματα μετὰ σεισμῶν· ἤδη γοῦν τινὰς σεισμοὺς μὴ πρότερον λῆξαι πρὶν ἢ διαρραγήναι τοὺς τόπους, ἐν οἷς ἐγένοντο, βιασαμένου τοῦ περιληφθέντος πνεύματος περὶ τὴν ἔξοδον ὥσπερ ἐκνεφίου τινὸς ἀνέμου, καθάπερ καὶ τὸν περὶ τὴν Ποντικὴν Ἡράκλειαν καὶ τὸν ἐπὶ πρότερον γερόμενον περὶ τὴν Ἰερὰν καλουμένην Αἰδὺν νῆσον. ἐν ταύταις γὰρ ὑπὸ σεισμῶν οἰδήματα τῆς γῆς γενέσθαι μεγάλα, καὶ ταῦτα διαρραγέντα πολὺν ἄνεμον ἐκπεφυσηκέναι καὶ φέφαλον, ὥστε κατατετρώσθαι πλησίον οὖσαν τὴν τῶν Λιπαραίων πόλιν. τὰς δὲ ποντίους λεγομένας νήσους ἦτον σειεῖσθαι τῶν προσχειῶν διὰ τὸ καταφύγεσθαι τῷ πλήθει τῆς θαλάττης τὴν ἀπὸ τῆς γῆς ἀναθυμιάσιν. τεχμήριον δ’ εἶναι τοῦ ρεῖν ὑπὸ τὴν γῆν τὸ πνεῦμα πρῶτον μὲν ἄπὸ τοῦ ἐν οἷς γίνεται προσημαίνειν ἠχοῦντος, εἶτα τὸ περὶ τὸν ἥλιον πάθος· ἀμαυρότερον γὰρ καὶ ἀχλουώδη φαίνεσθαι χωρὶς νέφους, ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ λεπτοῦντος τὸν ἀέρα καὶ διακρινόντος. πρὸς τε τούτοις τὸ πρὸ τῶν ὀρθρίων σεισμῶν νηνεμίαν γίνεσθαι καὶ ψύχος· τὴν μὲν γὰρ ἐμφαίνειν διὰ τὴν εἴσω τῶν ἀνέμων μετάτροιαν, τὸ δὲ διὰ τὴν τῆς θερμῆς ἀναθυμιάσεως ἀπουσίαν. καὶ περὶ μὲν σεισμῶν καὶ τῶν ἄλλων τῶν περὶ τὴν γῆν παθημάτων ἐπὶ τοσοῦτον.