Ancient Greek
473.2
Arius Didymus, Physica (Fragmenta) 473.2
Unproofread scanNot analysed yet
Ἀριστοτέλους. Ἄλω δὲ καὶ ἱρίδας καὶ παρήλιον καὶ ράβδους καὶ τὰλλα τὰ κατὰ τὰς ἐμφάσεις ὑπὸ μὲν τῆς αὐτῆς αἰτίας γίνεσθαι (πάντα γὰρ εἶναι ταῦτα τῆς δύσεως ἀνάκλασιν), διαφέρειν δὲ τοῖς τόποις καὶ ἀφ’ ὧν καὶ ὡς ἔχει συμβαίνειν τὴν ἀνάκλασιν. ἄλω μὲν οὖν καὶ περὶ ἥλιον φαίνεσθαι καὶ περὶ σελήνην καὶ καθόλου περὶ τὰ λαμπρὰ τῶν ἀστρῶν καὶ οὐδὲν ἧττον ἡμέρας ἢ νυκτὸς καὶ περὶ μεσημβρίαν ἢ δεῖλν· ἑωθεν δ’ ἐλαττονάκις καὶ περὶ δύσιν. συμβαίνειν δ’, ὅταν διὰ τοῦ πέρας ἀέρος ἀχλουώδους ὄντος ἐπιλάμπῃ τὸ φῶς αὐτῶν, ὥσθ’