Ancient Greek
476.2
Arius Didymus, Physica (Fragmenta) 476.2
Unproofread scanNot analysed yet
Αἴτιον δ' ὁ Ζήνων φησὶν εἶναι δι' ὃ, οὗ δ' αἴτιον συμβεβηκός· καὶ τὸ μὲν αἴτιον σῶμα, οὗ δ' αἴτιον κατηγορήμα· ἀδύνατον δ' εἶναι τὸ μὲν αἴτιον παρεῖναι, οὗ δὲ ἐστιν αἴτιον μὴ ὑπάρχειν. τὸ δὲ λεγόμενον τοιαύτην ἔχει δύναμιν· αἴτιόν ἐστι δι' ὃ γίνεται τι, οἷον διὰ τὴν φρόνησιν γίνεται τὸ φρονεῖν καὶ διὰ τὴν ψυχὴν γίνεται τὸ ζῆν καὶ διὰ τὴν σωφροσύνην γίνεται τὸ σωφρονεῖν. ἀδύνατον γὰρ εἶναι σωφροσύνης περὶ τινα οὐσης μὴ σωφρονεῖν ἢ ψυχῆς μὴ ζῆν ἢ φρονήσεως μὴ φρονεῖν.