Ancient Greek
476.3 to 476.4
Arius Didymus, Physica (Fragmenta) 476.3-4
Unproofread scanNot analysed yet
Χρύσιππος αἴτιον εἶναι λέγει δι' ὃ. καὶ τὸ μὲν αἴτιον ὅν καὶ σῶμα καὶ [αἴτιον] δ τι· οὗ δὲ αἴτιον διὰ τι. αἰτίαν δ' εἶναι λόγον αἰτίου ἢ λόγον τὸν περὶ τοῦ αἰτίου ὡς αἰτίου. Ποσειδώνιος δὲ οὕτως· αἴτιον δ' ἐστὶ τινος, δι' ὃ ἐκεῖνο, ἢ τὸ πρῶτον ποιῶν ἢ τὸ ἀρχηγὸν ποιήσεως· καὶ τὸ μὲν αἴτιον ὅν καὶ σῶμα, οὗ δ' αἴτιον οὔτε ὅν οὔτε σῶμα, ἀλλὰ συμβεβηκὸς καὶ κατηγορήμα.