Ancient Greek
478.3
Arius Didymus, Physica (Fragmenta) 478.3
Unproofread scanNot analysed yet
Ζήνωνος. Τῶν δ’ ἐν τῷ κόσμῳ πάντων τῶν κατ’ ἰδίαν ἐκὶν συνεστάτων τὰ μέρη τὴν φοράν ἔχειν εἰς τὸ τοῦ ὅλου μέσον, ὁμοίως δὲ καὶ αὐτοῦ τοῦ κόσμου, διόπερ ὁρθῶς λέγεσθαι πάντα τὰ μέρη τοῦ κόσμου ἐπὶ τὸ μέσον τοῦ κόσμου τὴν φοράν ἔχειν, μάλιστα δὲ τὰ βάρος ἔχοντα· ταῦτόν δ’ αἴτιον εἶναι καὶ τῆς τοῦ κόσμου μονῆς ἐν ἀπειρῶ κενῶ καὶ τῆς γῆς παραπλησίως ἐν τῷ κόσμῳ περὶ τὸ τοῦτο κέντρον καθιδρυμένης ἰσοκρατῶς. οὐ πάντως δὲ σῶμα βάρος ἔχειν, ἀλλ’ ἀβαρὴ εἶναι ἀέρα καὶ πῦρ· τείνεσθαι δὲ καὶ ταῦτά πως ἐπὶ τὸ τῆς ὅλης σφαῖρας τοῦ κόσμου μέσον, τὴν δὲ σύστασιν πρὸς τὴν περιφέρειαν αὐτοῦ ποιεῖσθαι. φύσει γὰρ ἀνώφοιτα ταῦτ’ εἶναι διὰ τὸ μηδενὸς μετέχειν βάρους· παραπλησίως