Ancient Greek
478.2
Arius Didymus, Physica (Fragmenta) 478.2
Unproofread scanNot analysed yet
Χρυσίππου. Κίνησιν δὲ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον ἢ ὅλην ἢ μέρος, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθ’ ὅλον ἢ κατὰ μέρος. καὶ ἄλλας· κίνησιν (μὲν) μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα, φοράν δὲ μετέωρον κίνησιν ὀξεῖαν, μονὴν δὲ τὸ μὲν οἷον ἀκινήσιάν σώματος, τὸ δ’ οἷον σώματος σχέσιν κατὰ ταῦτα καὶ ὡσαύτως νῦν τε καὶ πρότερον. πολλάκις δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν μονήν, διὸ καὶ πολλοὺς καθ’ ἕκαστον σημαινόμενον ἀποδιδόσθαι ὁρους. τὰς δὲ πρώτας κινήσεις εἶναι δύο, τὴν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολλάκις μιγνυμένων γίνεσθαι πολλάς κινήσεις καὶ διαφερούσας.