Ancient Greek
480.3
Arius Didymus, Physica (Fragmenta) 480.3
Unproofread scanNot analysed yet
Ἀπολλόδωρος δ’ ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζει τὸν χρόνον· χρόνος δ’ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα, οὕτως δ’ ἐστὶν ἄπειρος ὡς ὁ πᾶς ἀριθμὸς ἄπειρος λέγεται εἶναι· τὸ μὲν γὰρ ἐστὶν αὐτοῦ παρεληλυθὸς τὸ δὲ ἐνεστῆχος· τὸ δὲ μέλλον. ἐνεστάναι δὲ τὸν πάντα χρόνον, ὡς τὸν ἐνιαυτὸν ἐνεστηκέναι λέγομεν, κατὰ μειζόνα περιγραφὴν, καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγεται οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαριζόντος.