Ancient Greek
480.4
Arius Didymus, Physica (Fragmenta) 480.4
Unproofread scanNot analysed yet
Ποσειδώνιος· τὰ μὲν ἐστὶ κατὰ πᾶν ἄπειρα, ὡς ὁ σύμπας χρόνος· τὰ δὲ κατὰ τι, ὡς ὁ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων· κατὰ γὰρ τὸν παρόντα μόνον ἕκατερος πεπέραται. τὸν δὲ χρόνον οὕτως ὁρίζεται, διάστημα κινήσεως ἢ μέτρον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει τὸ ἐπινοούμενον· (καὶ) κατὰ τὸ πότε τοῦ χρόνου τὸν μὲν εἶναι παρεληλυθότα, τὸν δὲ μέλλοντα, τὸν δὲ παρόντα, ὃς ἐκ τινος μέρους τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος περὶ τὸν διορισμὸν αὐτὸν συνέστηκε· τὸν δὲ διορισμὸν σημειώδη εἶναι. τὸ δὲ νῦν καὶ τὰ ὅμοια ἐν πλατὶ χρόνον καὶ οὐχὶ κατ’ ἀπαρισμὸν νοεῖσθαι. λέγεσθαι δὲ τὸ νῦν καὶ κατὰ τὸν ἐλάχιστον πρὸς αἰσθήσειν χρόνον περὶ τὸν διορισμὸν τοῦ μέλλοντος καὶ παρεληλυθότος συνιστάμενον.