Ancient Greek
486.1
Arius Didymus, Physica (Fragmenta) 486.1
Unproofread scanNot analysed yet
Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ Περὶ θεῶν Πυθαγορείαν εἶναι τὴν περὶ τοῦ τὸν αὐτὸν εἶναι φωσφόρον τε καὶ Ἓσπερον δόξαν. Ζήνων τὸν ἥλιον φησι καὶ τὴν σελήνην καὶ τῶν ἄλλων ἀστρῶν ἕκαστον εἶναι νοερὸν καὶ φρόνιμον, πύρινον (δὲ) πυρὸς τεχνικοῦ. δύο γὰρ γένῃ πυρός, τὸ μὲν ἄτεχνον καὶ μεταβάλλον εἰς ἑαυτὸ τὴν τροφήν, τὸ δὲ τεχνικὸν αὐδετηκὸν τε καὶ τηρητικόν, οἷον ἐν τοῖς φυτοῖς ἐστι καὶ ζῴοις, ἥ δὲ φύσις ἐστὶ καὶ ψυχή· τοιούτου δὴ πυρὸς εἶναι τὴν τῶν ἀστρῶν οὐσίαν. τὸν δὲ ἥλιον καὶ τὴν σελήνην δύο φοράς φέρεσθαι, τὴν μὲν ὑπὸ τοῦ κόσμου ἀπ’ ἀνατολῆς ἐπ’ ἀνατολὴν, τὴν δὲ ἐναντίαν τῷ κόσμῳ, ζωδίῳν ἐκ ζωδίου μεταβαίνοντας. τὰς δ’ ἐκλείψεις τούτων γίγνεσθαι διαφόρως, ἡλίου μὲν περὶ τὰς συνόδους, σελήνης δὲ περὶ τὰς πανσελήνους. γίνεσθαι δ’ ἐπ’ ἀμφοτέρων τὰς ἐκλείψεις καὶ μεῖζους καὶ ἐλάττους.