Ancient Greek
486.3 to 487.30
Arius Didymus, Physica (Fragmenta) 486.3-487.30
Unproofread scanNot analysed yet
Χρύσιππος τὸν ἥλιον εἶναι τὸ ἀθροισθὲν ξέαιμα νοερὸν ἐκ τοῦ τῆς θαλάσσης ἀναθυμιάματος, σφαιροειδῆ δὲ εἶναι τῷ σχήματι. Ζήνων τὴν σελήνην ἔφησεν ἀστρὸν νοερὸν καὶ φρόνιμον, πύρινον δὲ πυρὸς τεχνικοῦ. Κλεάνθης πυροειδῆ τὴν σελήνην, πηλοειδῆ δὲ τῷ σχήματι. Χρύσιππος τὸ ἀθροισθὲν ξέαιμα μετὰ τὸν ἥλιον νοερὸν ἐκ τοῦ ἀπὸ τῶν ποτίμων ὑδάτων ἀναθυμιάματος· διὸ καὶ τούτοις τρέφεσθαι. σφαιροειδῆ δὲ εἶναι. μῆνα δὲ καλεῖσθαι τὴν τοῦ δρόμου αὐτῆς περίοδον. μεὶς δ’ ἐστὶ, φησὶ τὸ φαινόμενον τῆς σελήνης πρὸς ἡμᾶς, ἡ σελήνη μέρος ἔχουσα φαινόμενον πρὸς ἡμᾶς. Χρύσιπτος ἔφησε τὴν ὀμίχλην νέφος διαχεχμένον ἢ ἀέρα πάχος ἔχοντα, δρόσον δὲ ἐξ ὀμίχλης καταφερόμενον ὑγρόν, ὕετόν δὲ φοράν ὕδατος ἐκ νεφῶν, ὄμβρον δὲ λαβροῦ ὕδατος καὶ πολλοῦ ἐκ νεφῶν φοράν, χαλαζὰν δὲ ὑετοῦ πεπη- γότος διαίρουμιν, χιόνα δὲ νέφος πεπηγὸς ἢ νέφους πτῆξιν, τὸ δ᾽ ἐπὶ τῆς γῆς πεπηγὸς ὕδωρ κρύσταλλον, πάχνην δὲ δρόσον πεπηγυίαν. Ὡς οἱ Στωικοὶ περὶ τῆς τοῦ παντὸς ἐκπυρώσεως διδάξουσιν. Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ τῆς αἱρέσεως ταύτης ἐξαιθεροῦσθαι πάντα κατὰ περιόδους τινὰς τὰς με- γίστας εἰς πῦρ αἰθερώδες ἀναλυομένων πάντων. Καὶ ἐξῆς ἐπάγει· Ἐκ τούτων δὲ δῆλον, ὅτι Χρύ- σιππος ἐπὶ τῆς οὐσίας οὐ ταύτην παρ- εῖληφε τὴν σύγχυσιν (ἀδύνατον γάρ), ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην· οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περι- όδους τὰς μεγίστας γινομένης φθορᾶς κυρίως παραλαμβάνουσι τὴν φθορὰν οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογμα- τίζοντες, ἣν δὴ καλοῦσιν ἐκπύρωσιν· ἀλλ᾽ ἀντὶ τῆς κατὰ φύσιν μεταβολῆς χρῶνται τῇ προσῃγορίᾳ τῆς φθορᾶς. Ἀρέσκει γὰρ τοῖς Στωικοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἷα τὸ πρότερον ἦν. καὶ τοῦτο τὸ δόγμα Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυ- σίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην ἀποτελεῖσθαι τὴν δια-