Ancient Greek
Section 30
Arrian, Acies Contra Alanos 30
Not analysed yet
φυγὴ κατάσχοι τοὺς ἐναντίους· εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι ἐς τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γιγνόμενα ἰδόντες διʼ αὐτῶν ὤσωνται καὶ διακόψωσι τὸ πεζικόν.