Ancient Greek · ~1 min
Section 31
Arrian, Acies Contra Alanos 31
Not analysed yet
ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν,πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππῆς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὖ συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες