Ancient Greek
Section 5
Arrian, Historia successorum Alexandri (fragmenta ap. Photium, Bibl. cod. 82) 5
Not analysed yet
ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶρος καὶ Ταξίλης, ἀλλ' ὁ μὲν Πῶρος οἳ ἐν μέσω Ἰνδοῦ ποταμοῦ καὶ Ὑδάσπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν· Πείθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο, πλὴν Παραπαμισαδῶν. οἱ δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς ἦν Ῥωξάνης πατήρ, εἰς ἀρχὴν ἀπενεμήθησαν—ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν Ἀλέξανδρον ἔθεντο. Ἀραχωσίων