Ancient Greek
Section 6
Arrian, Historia successorum Alexandri (fragmenta ap. Photium, Bibl. cod. 82) 6
Not analysed yet
δὲ καὶ Γαδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δραγγῶν ἡγεῖτο. Φιλίππου δὲ ἦν ἀρχὴ <Βακτριανοὶ καὶ> Σογδιανοί, καὶ Ῥαδαφέρνους Ὑρκάνιοι, καὶ Νεοπτολέμου <Ἀρμενία, Τληπολέμου> Καρμανία. Πέρσαι δὲ ὑπὸ Πευκέστῃ ἐτάχθησαν. τὴν δὲ Σουσιανῶν βασιλείαν Ὀρώπιος εἶχεν, οὐ πάτριον ἔχων ἀρχήν, ἀλλὰ δόντος αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν ἐπαναστάσεως αἰτίαν φεύγοντι παραλυθῆναι τῆς ἀρχῆς, τότε Κοῖνος αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλωνίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρχέλαος ἦρχε.