Ancient Greek · ~5 min
Book 1
Artemidorus, Onirocriticon 1.21
Not analysed yet
Ἔρια δὲ ἀντὶ τριχῶν ἔχειν νόσους μακρὰς καὶ φθίσιν προαγορεύει καὶ διὰ τοῦτο πολλάκις ἐπὶ τῆς κεφαλῆς ἔρια φοροῦντα δοκεῖν συμπεφυκότα ἔχειν. εἰ δὲ εἰς ἄλλην τινὰ ὕλην αἱ τρίχες μεταβάλοιεν, ἀπὸ τῶν ὁμοίων τεκμαίρεσθαι χρή. Τὸ δὲ δοκεῖν ψιλὸν εἶναι τὸ περὶ μέτωπον πᾶν μέρος ἐν τῷ παρόντι χλεύην ἅμα καὶ ἀπραξίαν μαντεύεται εἰ δὲ τὸ ὀπίσω τοιοῦτον ἔχειν δόξειέ τις, ἐν τῷ γήρᾳ πενίαν καὶ ἀπορίαν οὐ τὴν τυχοῦσαν ἕξει· πᾶν μὲν γὰρ τὸ ὀπίσω τοῦ μέλλοντός ἐστι σημαντικὸν χρόνου, αἱ δὲ ψιλότητες ἀπορίας οὐδὲν διαφέρουσιν, ὅτι κατ᾿ ἔλλειψιν γίνονται θερμοῦ, ἢ ὅτι μηδενὸς ἐπιλαβέσθαι παρέχουσιν. εἰ δὲ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς ψιλὸν ἔχοι τις, πάντας τοὺς καθʼ αἷμα προσήκοντας ἄρσενας ἀπολεῖ εἰ δὲ μηδένα ἔχοι, βλαβήσεται. εἰ δὲ τὸ εὐώνυμον, τὰς θηλείας ἀπολεῖ, εἴγε τινὰς ἔχοι· εἰ δὲ μή, καὶ οὕτω βλαβήσεται. συγγενῶν μὲν γάρ ἐστιν ἡ κεφαλὴ σημαντική, ταύτης δὲ τὰ μὲν δεξιὰ μέρη ἀρρένων τὰ δὲ εὐώνυμα θηλειῶν. ὁπότερον δʼ ἂν τῆς κεφαλῆς μέρος ψιλὸν ἔχῃ τις οὐκ ὢν εὐσυνείδητος, κατακριθήσεται τὴν εἰς ἔργον δημόσιον καταδίκην· τοῦτο γὰρ κἀκεῖ παράσημόν ἐστι τοῖς καταδικαζομένοις. ὅλην δὲ τὴν κεφαλὴν ψιλὴν ἔχειν ἀγαθὸν τῷ φεύγοντι δίκην καὶ τῷ φοβουμένῳ μὴ πρός τινων βίᾳ κατασχεθῇ· ῥᾷστα γὰρ ἂν διαφύγοι ἀνεπίληπτος ὤν τοῖς δὲ ἄλλοις ἀπολέσαι πᾶν σημαίνει τὸ πρὸς κόσμον τοῦ βίου τεῖνον.