Ancient Greek · ~11 min
Book 1
Artemidorus, Onirocriticon 1.70
Not analysed yet
Κρεῶν τὰ μὲν ὅσα τις ἐαθίει καὶ ποιεῖ, ἀγαθὰ τετήρηται πλὴν ὀλίγων. προβάτεια μὲν γὰρ πᾶσιν ἄτοπα καὶ πένθος οἰκεῖον σημαίνει (ἔστι γὰρ τὰ πρόβατα οὐδὲν ἄλλο ἄνθρωποι), ἤδη δὲ καὶ τὰ βόεια διὰ τὸ δύστριπτον, καὶ μικρὰς ἐργασίας διὰ τὴν εὐτέλειαν σημαίνει· δούλοις δὲ βασάνους διὰ τὸν ἱμάντα καὶ τὴν ταυρείαν. χιμαίρεια δὲ τοῖς ἐν χειμῶνι διάγουσιν ἀγαθὰ τετήρηται, τοῖς δὲ ἄλλοις ἀκερδῆ. ὧν μὲν γὰρ τὰ δεινὰ διαλύει, ὅτι χειμῶνι ὁμώνυμα ὄντα τὰ ζῷα ἀνῄρηται οἷς δὲ διὰ τὸ ὀστῶδες μικρὰς τὰς ἐργασίας παρέχει. ἄριστα δὲ πᾶσι τὰ χοίρεια· καὶ γὰρ εἰκός. ζῶν μὲν γὰρ χοῖρος οὐδὲν εὔχρηστος ἀνθρώποις, ἀποθανὼν δὲ μᾶλλον ἐδώδιμος τῶν ἄλλων τὰ δὲ ἄλλα ζῶντα βελτίονα ἢ ἀναιρεθέντα. καὶ τὸ μὲν ὀπτὰ δοκεῖν ἐσθίειν τὰ χοίρεια παντελῶς ἀγαθόν· προστίθησι γὰρ τάχος ταῖς ὠφελείαις διὰ τὸ πῦρ· τὰ δὲ ἡψημένα λιτῶς βράδιον τὰς αὐτὰς προαγορεύει ὡφελείας, τὰ δὲ κατηρτυμένα οὕτως ὑπὸ ὀψοποιῶν μετὰ κακουχίας τὰς ὡφελείας ἤη μετὰ προαναλωμάτων φέρει. οὐδαμῶς δὲ τὰ ὠμὰ ἐσθιόμενα κρέα ἀγαθά παραπολέσαι γάρ τι τῶν ὄντων σημαίνει, ἐπεὶ μὴ κρατεῖ ἡ ἡμετέρα φύσις ὠμῶν κρεῶν. τὸ δὲ μέγιστον καὶ ὑπερβολῇ ἀγαθόν, ὡς ἐγὼ ἐτήρησα, ἀνθρωπίνας ἐσθίειν σάρκας, ἀνδρὸς οὐ γνωρίμου οὐδὲ οἰκείου, ἐπεὶ ὅ γέ τινος τῶν οἰκείων φαγών σάρκας καὶ τὸν οὗ ἔφαγε κατορύξει καὶ αὐτὸς διʼ οὐδὲν μέγα τῶν ἐσθιομένων παραμένει· εἰκός γε ὑπὸ πολλῆς ἀπορίας, ὥς γε φιλεῖ γενέσθαι ἐν πολέμῳ καὶ λιμῷ, ἐπὶ τοιαύτας ὁρμῆσαι τροφάς. πάντων δʼ ἄν εἴη σκαιότατον τὸ παιδὸς ἰδίου σάρκας ἐσθίειν σύντομον γὰρ ὄλεθρον μαντεύεται, εἰ μὴ ἄρα τις ἀπὸ τοιούτων ἐσθίειν νομίσειε μερῶν τοῦ παιδός, ἀφʼ ὧν ὁ παῖς πορίζεται, οἷον εἰ δρομαίου τοὺς πόδας ἤ χειροτέχνου τὰς χεῖρας ἢ παλαιστοῦ τοὺς ὤμους φάγοι· τότε γὰρ τῷ μὲν παιδὶ εὐπορίαν τὸ ὄναρ τοῦτο, τῷ δὲ πατρὶ ὄνασθαι τοῦ παιδὸς προαγορεύει. τῶν δὲ ἄλλων ἀνθρώπων αἱ σάρκες ἐσθιόμεναι ἀγαθαί. τρόπον γάρ τινα οἱ ἄνθρωποι, ὅταν ὠφελῶνται παρʼ ἀλλήλων, ἐσθίουσιν ἀλλήλους. ἀεὶ δὲ ἄμεινον τὸ ἀνδρῶν ἢ γυναικῶν ἐσθίειν καὶ τὸ παίδων ἢ πρεσβυτέρων. ὀρνίθεια δὲ καὶ χήνεια κρέα ἐσθίειν πᾶσιν ἀγαθόν· φέρει δὲ τὰ μὲν ὀρνίθεια τὰς ὠφελείας ἀπὸ γυναικῶν ἢ δικῶν ,τὰ δὲ χήνεια ἀπὸ ἀνδρῶν ἀλαζόνων. ἀγαθὸν δὲ καὶ παντὸς θηρίου σάρκας ἐσθίειν πολλὰ γὰρ ἐκ τῆς τῶν ἐχθρῶν οὐσίας ὠφεληθῆναι σημαίνει τὸ δὲ ποδαπτῶν ἔχθράν ἐπιδείξει ᾐτοῦ βρωθέντος ἰδέα τε καὶ μορφή. περὶ ὧν ἐν τῷ περὶ κυνηγίου λόγῳ ἐπιμνησθήσομαι. ἀγαθὸν δὲ καὶ ἰχθύας ἐσθίειν, μάλιστα μὲν ὀπτούς, οὐδὲν δὲ ἧττον καὶ τοὺς ἄλλως γεγονότας πάντας πλὴν τῶν μικρῶν· οὗτοι γὰρ πλεῖον τὸ ἀκανθῶδες ἔχοντες τοῦ ἐδωδίμου οὐδαμῶς ὡφελείας σημαίνουσιν, ἔχθρας δὲ πρὸς τοὺς οἰκειοτάτους καὶ ματαίας ἐλπίδας. τὸ δὲ κατὰ μέρος περὶ ἰχθύων ἐν τῷ περὶ ἁλιείας ἀκριβώσω λόγῳ.