Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.71
Not analysed yet
Τάριχοι δὲ καὶ πάντα τὰ ἁλιστὰ κρέα ἐν μὲν τοῖς προκειμένοις παρολκὰς καὶ ἀναβολὰς σημαίνει· διὰ γὰρ τῶν ἁλῶν ἐπὶ πολὺ τηρεῖται ἐν δὲ τοῖς ἄλλοις τηκεδόνα καὶ λύπην. πολλάκις δὲ καὶ νόσον σημαίνει διὰ τὸ ὑπὸ τῶν ἁλῶν τετῆχθαι.