Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.72
Not analysed yet
Πλακοῦντες οἱ μὴ τετυρωμένοι ἀγαθοί, οἱ δὲ τετυρωμένοι δόλον καὶ ἐνέδραν σημαίνουσι· ταῦτα γὰρ καὶ ὁ τυρὸς προαγορεύει. κοπταὶ δὲ σησαμίδες καὶ πυρα μοὶ ἀγαθὰ πᾶσι, μάλιστα δὲ τοῖς δίκην ἔχουσιν ἦν γὰρ ὁ πυραμὸς παρὰ τοῖς παλαιοῖς ἐπινίκιος. ἐπὶ δὲ τῶν ἄλλων πεμμάτων τῶν ἐν ἑορταῖς καὶ θυσίαις γινομένων τὰς κρίσεις ἀπὸ τοῦ λόγου τῶν ἑορτῶν ποιητέον. περὶ δὲ καππάρεων καὶ ἐλαιῶν καὶ λαχάνων ἀποθέτων πάντων καὶ ὑποτριμμάτων καὶ πάντων τῶν ὁμοίων ἑκὼν παρέλιπον ὡς φανερῶν ὅτι μὴ ἔστιν ἀγαθά.