Ancient Greek · ~2 min
Book 2
Artemidorus, Onirocriticon 2.40
Not analysed yet
Περὶ δὲ Ἡρώων καὶ Δαιμόνων τί δεῖ λέγειν; τὰ γὰρ αὐτὰ τοῖς θεοῖς σημαίνουσι καὶ ἀγαθὰ καὶ κακά, ἥττονα δὲ τῇ δυνάμει. μεμνῆσθαι δέ χρὴ ὅτι ἕκαστον αὐτῶν τὴν οἰκείαν σκευὴν ἔχειν χρὴ καὶ μὴ διαλλάσσειν μηδέ ἀποβάλλειν μηδὲ ἁπλῶς ἑστάναι μηδὲ ἄνευ ὅπλων εἶναι τῶν νενομισμένων, ἐπεὶ ὅ τι ἂν σημαίνωσιν, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν, ἐξαπατῶσι καὶ ψεύδονται.