Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.9
Not analysed yet
Μάχεσθαι τοῖς οἰκείοις οὐκ ἀγαθὸν οὐδὲ τοῖς ἐκτός, ἧττον δὲ πονηρόν . νοσῶν δέ τις ἐὰν δόξῃ μάχεσθαι, παρακόψει. μάχεσθαι τοῖς βελτίοσιν, οἷον τοῖς δεσπόταις βασιλεῦσι μεγιστᾶσι καὶ πᾶσι τοῖς ὑπερέχουσι, κακῶς διατεθῆναι σημαίνει πρὸς τῶν οἷς τις ἐμάχετο. Μισεῖν μισεῖσθαι οὐδενὶ συμφέρει. οὐδὲν δὲ διαφέρει τινὰ μισεῖν, ὑφʼ οὗ μισεῖταί τις, ἐπειδὴ τὸ μῖσος ἐχθροὺς ποιεῖ οἱ δὲ ἐχθροὶ οὔτε συναίρονται οὔτε συλλαμβάνονται. δεῖ δὲ τοῖς ἀνθρώποις βοηθείας καὶ τῶν συλλαμβανομένων, ἐπειδὴ διὰ τῶν τοιούτων ὠφελοῦνται.