Ancient Greek · ~3 min
Book 4
Artemidorus, Onirocriticon 4.11
Not analysed yet
Ὅσα μέν βραδέως φύεται καὶ βραδέως αὔξεται, φυτῶν μὲν δρῦς ἐλαία κυπάρισσος καὶ τὰ ὅμοια, ζῴων δέ ἐλέφας ἔλαφος κορώνη καὶ τὰ ὅμοια, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ βράδιον ἐπάγει· ὅσα δέ ταχέως φύεται καὶ ταχέως αὔξεται, φυτῶν μέν ἄμπελος καὶ περσική, ζῴων δέ χοῖρος καὶ τὰ ὅμοια, ταχέως καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐπάγει. ταῦτα δέ καὶ ἐν ταῖς προθεσμίαις τὸν αὐτὸν ἔχει λόγον. ὁμοίως λάμβανε καὶ τὰ ἐν ἀγρῷ γεννώμενα πάντα πρὸς σύγκρισιν τῶν ἐν κήπῳ, καὶ γεωργὸν ὁρώμενον καὶ κηπουρόν. ἰδίως δέ ὁ κῆπος πορνοβοσκοῖς συμφέρει διὰ τὰ πολλὰ σπέρματα καὶ τὴν πρόσκαιρον ἐργασίαν, πάσας δέ γυναῖκας διαβάλλει ὡς ἀσέμνους καὶ μαχλάδας. Ὅσα μακρά ἐστιν, οἷον κυπάρισσοι καὶ πίτυες καὶ κάμακες καὶ ἄνδρες ἐπιμήκεις καὶ τὰ ὅμοια, πάντα μακροθυμεῖν κελεύει καὶ μὴ κενοσπουδεῖν ὅσα δέ κολοβὰ καὶ βραχέα, σπεύδειν ἐγκελεύεται.