Ancient Greek
4.9 to 4.10
Artemidorus, Onirocriticon 4.9-10
Not analysed yet
Ὅσοι συναντῶσι καὶ βλέπονται τεχνῖται, ὁμοίως ταῖς τέχναις ἀποβαίνουσιν. αὐτοῖς δὲ καὶ ταῖς τέχναις ὀμιοίως τὰ ἐργαστήρια αὐτῶν ὁρώμενα ἀποβαίνει χωρίς ἑταίρας καὶ πορνείου· αὐτὴ μέν γὰρ καθʼ ἑαυτὴν ἡ πόρνη ἀγαθή, τὸ δέ ἐργαστήριον αὐτῆς πονηρόν. τὰς δὲ αἰτίας ἐν τῷ περὶ συνουσίας ἔχεις λόγῳ. Παιδίων δέ τὰ μέν ἀρσενικὰ ἀγαθά, τὰ δέ θηλυκὰ πονηρά, ἀμφότερα δέ φροντίδων ἐστὶ σημαντικά. παῖδες δὲ καὶ νεανίσκαι γερόντων συμφορώτεροι βλέπεσθαι πρὸς τὰς πράξεις· πρὸς δέ τὰς πίστεις ἄνδρες καὶ πρεσβῦται παίδων καὶ νεανίσκων ἀμείνονες, πλὴν εἰ μή τι πράττοιεν λέγοιεν ἄτοπον.