Ancient Greek · ~2 min
Book 4
Artemidorus, Onirocriticon 4.8
Not analysed yet
Τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων ἀνθρώπων ἀγαθὰς ἡμέρας ποιοῦσι τὰς ἐπιούσας οἱ ἥδιστοι οἱ φίλτατοι οἱ φιλοῦντες τοὺς ὁρῶντας, κἂν ἀγνοῶσιν αὐτούς· κακὰς δὲ οἱ ἔχθιστοι ἢ οἱ μισούμενοι οἱ μισοῦντες τοὺς ὁρῶντας, κἂν λανθάνωσιν. ἵνα δὲ μὴ ἄπορον τὸ τοιοῦτον εἶναι νομίσῃς, ὅταν τινα τῶν φίλων ἴδῃς καὶ κακὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι μισεῖ μέν σε, προσποιεῖται δέ σε φιλεῖν· καὶ ἐάν τινα τῶν ἐχθρῶν βλέπῃς καὶ καλὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι οὐ δικαίως αὐτὸν μισεῖς.