Ancient Greek · ~1 min
Book 5
Artemidorus, Onirocriticon 5.38
Not analysed yet
Ἔδοξέ τις τὴν ἑαυτοῦ κόπρον σὺν ἄρτῳ ἐσθίειν καὶ ἥδεσθαι. παρανομήσας ἐκληρονόμησεν ἀνέγκλητος διὰ τὸ ἥδεαθαι, οὐκ ἀνυπονόητος δὲ διὰ τὴν κόπρον· εἰκὸς γὰρ ἦν αἰσχύνης αὐτῷ τὸ κέρδος πλῆρες εἶναι.