Ancient Greek
5.76 to 5.77
Artemidorus, Onirocriticon 5.76-77
Not analysed yet
Ἔδοξέ τις εἰς Ὀλύμπια ἀναγαγὼν παῖδα παλαιστὴν πρὸς τῶν Ἑλλανοδικῶν ἀποσφαγέντα τὸν παῖδα τῷ σταδίῳ ἐντεθάφθαι. ἐγένετο ὁ παῖς Ὀλυμπιονίκης εἰκότως· καὶ γὰρ ἐπιγραφῆς ἀκόλουθόν ἐστι τὸν ἀποθανόντα τυχεῖν ὡς καὶ τὸν Ὀλυμπιονίκην καὶ μακάριον λέγεσθαι. Ἔδοξέ τις λέγειν αὐτῷ τινα ‘ἀποθανεῖν μὲν μὴ φοβοῦ, ζῆν δὲ οὐ δύνασαι.’ τυφλὸς ἐγένετο ὀρθῶς καὶ κατὰ λόγον ἀποβάντος αὐτῷ τοῦ τοιούτου· οὐκ ἐτεθνήκει μὲν γὰρ παῤ ὅσον ἔζη, οὐκ ἔζη δὲ παῤ ὅσον οὐκ ἔβλεπε τὸ φῶς.