Ancient Greek
Dfhg-Source dfhg4_ARTEMON_PERGAMENUS
ARTEMON PERGAMENUS, Fragmenta 5
Not analysed yet
Καμόντες οὕ (sc. οἱ τοῦ Θήρωνος πατέρες) πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ] Ἀρίσταρχος τὴν πόλιν (Agrigentum) οἴκημα ποταμοῦ προσηγορεῦσθαί φησι διὰ τὸ ὁμώνυμον εἶναι τῷ ποταμῷ Ἀκράγαντι. Τὴν γὰρ ὀνομασίαν ἡ πόλις ἀπὸ τοῦ ποταμοῦ ἔσχεν. Ἀρτέμων δὲ ὁ ἀπὸ Περγάμου τὴν Γέλλαν οἴεται δεῖν ἀκούειν, οὕτω καλουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Τέλᾳ, ὡς Καλλίμαχος· Οἱ δὲ Τέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. Καὶ γὰρ ταύτην ὁμώνυμον εἶναι Γέλλᾳ τῷ ποταμῷ, τοὺς δὲ Ἀκραγαντίνους Γελλῴων εἶναι ἀποίκους Ὥστε τὸ πατέρων ἄωτον ἐν Γέλλᾳ ἐπὶ τῶν τοῦ Θήρωνος προγόνων συντετάχθαι. Κεφαλαιώδει δὲ χρῆται τῷδε· τὸ δὲ καμόντες, ἔφη, προσήκειν μᾶλλον ἀκούειν ὑπὲρ τῶν τὴν Γέλλαν ἐκτικότων, ἀλλ ̓ οὐ τὴν Ἀκράγαντα. Οἱ μὲν γὰρ ἀπὸ τοῦ ῥᾴστου συνῳκίσθησαν, οἱ δὲ χαλεπῶς καὶ μόλις. Ἀντίφημος γὰρ ὁ Ῥόδιος καὶ Ἔντιμος ὁ Κρὴς οἱ τὴν εἰς Γέλλαν στείλαντες ἀποικίαν πρῶτον μὲν περὶ τὴν συναγωγὴν ἔκαμον οὐ μετρίως, συναθροίζοντες τοὺς ἐκ Πελοποννήσου καὶ Ῥόδου καὶ Κρήτης, εἶτα περὶ τὸν διάπλουν, εἶτα περὶ τὸν κατοικισμὸν, καὶ πάλιν διαγωνισάμενοι πρὸς τοὺς Σικανούς. Μενεκράτης δέ φησι ληρεῖν τὸν Ἀρτέμονα κ. τ. λ.