Ancient Greek
Dfhg-Source dfhg4_ARTEMON_PERGAMENUS
ARTEMON PERGAMENUS, Fragmenta 6
Not analysed yet
Ὠκεανοῦ θυγάτηρ] Ἀρίσταρχος δὲ ἀκούει Ὠκεανοῦ θυγατέρα Καμάριναν, τὴν λίμνην, ἀφ ̓ ἧς καὶ τὴν πόλιν ὠνομάσθαι. Ἀρτέμων δὲ πρὸς τὴν Ἀρέθουσαν τὸν λόγον εἶναί φησιν· αὕτη δὲ ἐν Συρακούσαις κρήνη, ὑποτέτακται δὲ ἡ Καμάρινα ταῖς Συρακούσαις. Ἔχει δὲ ἡ Ἀρέθουσα καὶ πᾶσα κρήνη τὰς πηγὰς ἀπὸ Ὠκεανοῦ.