Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ARTEMON_PERGAMENUS
ARTEMON PERGAMENUS, Fragmenta 7
Not analysed yet
Ἐπαινεῖ τὸν Πίνδαρον ὁ Ἀρτέμων, ὅτι παρακρουσάμενος τὴν περὶ τὸν κόρακα ἱστορίαν αὐτὸν δι ̓ ἑαυτοῦ ἐγνωκέναι φησι τὸν Ἀπόλλωνα παρὰ τοῦ νοῦ πυθόμενον ἐπιπέμψαι τῇ Κορωνίδι τὴν Ἄρτεμιν. Τὸν δὲ περὶ τὸν κόρακα μῦθόν φησι καὶ Ἡσίοδον μνημονεύοντα λέγειν οὕτω· Τῷ μὲν ἄρ ̓ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτὸς Πυθὼ ἐς ἠγαθέην, καί ῥ ̓ ἔφρασεν ἔργ ̓ ἀίδηλα Φοίβῳ ἀκερσεκόμῃ, ὅτ ̓ ἄρ ̓ Ἴσχυς γῆμε Κορωνὶν Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα.