Ancient Greek
Dfhg-Source dfhg3_ASCLEPIADES_TRAGILENSIS
ASCLEPIADES TRAGILENSIS, Fragmenta 24
Not analysed yet
Θησεὺς ὁ Αἰγέως ἔχων παῖδα Ἱππόλυτον ἐξ Ἀμαζόνος Ἀντιόπης ἔγημε Φαίδραν τὴν Μίνωος θυγατέρα τοῦ τῶν Κρητῶν βασιλέως. Εὐλαβούμενος δὲ μητρυιᾶς ἐπιβουλὴν πέμπει ἐξ Ἀθηνῶν τὸν υἱὸν Ἱππόλυτον Τροιζηνίων ἄρχειν. Ἦν γὰρ αὐτῷ διὰ τὴν Πιτθέως Αἴθραν μητρῴα τις ἀρχὴ δεῦρο. Φαίδρα δὲ ἐρωτικῶς διατεθεῖσα τοῦ Ἱππολύτου, σφοδρῶς ἐπ ̓ αὐτῷ τηκομένη τὸ μὲν πρῶτον ἱερὸν Ἀφροδίτης ἐν Ἀθήναις ἱδρύσατο τὸ νῦν Ἱππολύτειον καλούμενον. Εἰς Τροιζῆνα δὲ ὕστερον παραγενομένη διενοεῖτο πείθειν τὸν νeανίσκον ὅπως αὐτῇ μιγείη. Χαλεπῶς δ ̓ ἐκείνου προσδεξαμένου τὸν λόγον, λέγεται φοβηθεῖσαν αὐτὴν ἀντιστρέψαι τὴν αἰτίαν, καὶ πρὸς Θησέα διαβάλλειν ὡς Ἱππολύτου πείθοντος αὐτήν. Ὁ δὲ τριῶν ὥς φασιν αὐτῷ παρὰ τοῦ Ποσειδῶνος εὐχῶν εἶναι ὡμολόγησεν («sensus requirit οὐσῶν, ὁμολογήσαντος.» Buttm.) ὅ τι ἂν εὔξηται συντελέσειν, πιστεύσας τῇ Φαίδρᾳ μίαν τούτων ᾐτήσατο παρ ̓ αὐτοῦ τὸν τοῦ παιδὸς ὄλεθρον. Ἐκεῖνον μὲν οὖν ὁμολογοῦσι τὸ ἅρμα γυμνάζοντα, παραχθέντος ἐξαίφνης ἀπὸ τῆς θαλάσσης ταύρου καὶ ταραχθέντων τῶν ἵππων, ἑλκόμενον ἀποθκτεῖν. Τὴν δὲ Φαίδραν φανερῶς γενομένης τῆς διαβολῆς ἀπάγξασθαι. Ἡ δὲ Ἱστορία παρὰ Ἀσκληπιάδη.