Ancient Greek
25 to 26
ASCLEPIADES TRAGILENSIS, Fragmenta 25-26
Not analysed yet
Κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ] Περὶ τοῦ κυνὸς σήματος καὶ Ἀσκληπιάδης φησὶν, ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα. Σκύλακα τὴν Ἑκάβην λέγει (Lycophron), ὅτι κύων ἐγένετο, ὥς φησι μυθικῶς Εὐριπίδης (Hec. 1265): «Κύων γενήσῃ πύρσ ̓ ἔχουσα δέρματα.» Τρεῖς γὰρ Αἰόλους φασὶ γεγενῆσθαι, πρῶτον τὸν τοῦ Ἕλληνος, δεύτερον τὸν ἐξ Ἱππότου καὶ Μελανίππης, τρίτον τὸν ἐκ Ποσειδῶνος καὶ Ἄρνης. Πρὸς τοῦτον δέ φησιν ὁ Ἀσκληπιάδης, τὸν ἐκ Ποσειδῶνος (ἐλθεῖν τὸν Ὀδυσσέα).