Ancient Greek
Dfhg-Source dfhg3_ASCLEPIADES_TRAGILENSIS
ASCLEPIADES TRAGILENSIS, Fragmenta 3
Not analysed yet
Τυρὼ ἡ Σαλμωνέως ἔχουσα δύο παῖδας ἐκ Ποσειῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα, καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴσονα καὶ Φέρητα καὶ Ἀμυθάονα. Αἴσονος δὲ καὶ Πολυμήλας καθ ̓ Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. Τελευτῶν δὲ οὗτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. Ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα δίδωσιν αὐτὸν τρέφεσθαι Χείρωνι τῷ Κενταύρῳ. Τραφεὶς δὲ καὶ ἡβήσας ἔρχεται εἰς Ἰωλκὸν ἀπαιτῶν τὴν πατρῴαν ἀρχὴν τὸν Πελίαν. Ὁ δὲ ἔφασκεν χρῆναι αὐτὸν πρότερον διακομίσαι τὸ χρυσοῦν δέρας ἀπὸ Κόλχων, καὶ τοὺς πυριπνόους ἀνελεῖν ταύρους. Ἀκούσας δὲ ταῦτα ὁ Ἰάσων λέγει τῷ Χείρωνι. Καὶ αὐτῷ ὁ Χείρων συνεκπέμπει τοὺς ἠιθέους. Κατασκευάζει δὲ ἡ Ἀθηνᾶ τὴν Ἀργώ. Πλέοντες δὲ ἀφικνοῦνται ἐπὶ τὴν τῶν Βιθυνῶν χώραν. Καὶ ὁρῶσι τὸν Φινέα πηρὸν διὰ ταύτην τὴν αἰτίαν. Ἔχων γὰρ παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου καὶ ἐπιγήμας Εὐρυτίαν δίδωσιν αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπήνας λέγει αὐτῷ πότερον βούλεται ἀποθανεῖν ἢ τυφλὸς γενέσθαι. Ὁ δὲ αἱρεῖται μὴ ὁρᾶν τὸν ἥλιον. Ἀγανακτήσας δὲ ὁ Ἥλιος Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἵτινες εἴποτε μέλλοι ἐσθίειν, αὐτοῦ [τὰ βρώματα] διήρπαζον ἐμβάλλουσαι φθοράν τινα. Καὶ οὕτω Φινεὺς ἐτιμωρεῖτο. Τοῦτον οὖν τὸν Φινέα θεωρήσαντες οἱ περὶ τὸν Ἰάσονα παρεκάλουν ὑποθέσθαι πῶς δεῖ διαπλεῦσαι τὰς Πλαγκτὰς λεγομένας πέτρας. Ὁ δὲ εἶπεν, ἐὰν τὰς Ἁρπυίας ἀπαλλάξωσι τῆς πρὸς αὐτὸν ὁρμῆς. Θέντες δὲ συνθήκας ἐπαγγέλλονται αὐτῷ τοῦτο δρᾶσαι. Ὁ δὲ λέγει αὐτοῖς, πόσον δύναται ἔχειν τάχος ἡ Ἀργώ; φάντων δὲ πελειάδος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν κατὰ τὴν συμβολὴν τῶν πετρῶν, κἂν μὲν μεσολαβηθῇ, μὴ πλεῖν, ἐὰν δὲ σωθῇ, τότε περαίνειν τὸν πλοῦν. Οἱ δὲ ταῦτα ἀκύσαντες ποιοῦσι, κατασχεθείσης δὲ τῆς περιστερᾶς διὰ τῆς οὐρᾶς, προσβάλλουσι τῇ Ἀργοῖ δυοῖν****[Συμ]πληγάδες πέτραι πέτραι συνελθοῦσαι τῆς νεὼς συμμύουσιν, αὐτοὶ δὲ σώζονται. Οἱ δὲ Βορειάδαι Ζήτης καὶ Κάλαϊς ἀποδιώκουσι τὰς Ἁρπυίας ἀπὸ τῶν Φινέως δείπνων. Καὶ οὕτω παραγίνονται εἰς Κόλχους. Ἡ δὲ Ἱστορία παρὰ Ἀσκληπιάδῃ.