Ancient Greek
Dfhg-Source dfhg3_ASCLEPIADES_TRAGILENSIS
ASCLEPIADES TRAGILENSIS, Fragmenta 4
Not analysed yet
Ἀγηνορίδης] Ἀγήνορος γὰρ παῖς ἐστιν (Φινεὺς), ὡς Ἑλλάνικος. Ὡς δὲ Ἡσίοδός φησιν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας. Ὁμοίως δὲ καὶ Ἀσκληπιάδης καὶ Ἀντίμαχος καὶ Φερεκύδης φασίν. Ἐκ γὰρ Κασσιεπείας τῆς Ἀράβου Φοίνικι γίνεται Κίλιξ καὶ Φινεὺς καὶ Δόρυκλος. Ὁ δὲ Ἀτύμνιος κατὰ μὲν ἐπίκλησιν καὶ αὐτὸς τοῦ Φοίνικος, ταῖς δὲ ἀληθείαις τοῦ Διός. Ἕνιοι δὲ αὐτὸν ἐν τῇ Παφλαγονίᾳ βασιλεῦσαι ἱστοροῦσιν [τὸν Φινέα], ἥτις ἐστὶ τῆς Ἀσίας, ὥς φησιν Ἑλλάνικος.